Jérémie 23
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Jérémie 23:23-29

23θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐχὶ θεὸς πόρρωθεν.

24εἰ κρυβήσεται ἄνθρωπος ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν ; μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ ; λέγει κύριος.

25ἤκουσα ἃ λαλοῦσιν οἱ προφῆται, ἃ προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου ψευδῆ λέγοντες Ἠνυπνιασάμην ἐνύπνιον.

26ἕως πότε ἔσται ἐν καρδίᾳ τῶν προφητῶν τῶν προφητευόντων ψευδῆ καὶ ἐν τῷ προφητεύειν αὐτοὺς τὰ θελήματα καρδίας αὐτῶν ;

27τῶν λογιζομένων τοῦ ἐπιλαθέσθαι τοῦ νόμου μου ἐν τοῖς ἐνυπνίοις αὐτῶν, ἃ διηγοῦντο ἕκαστος τῷ πλησίον αὐτοῦ, καθάπερ ἐπελάθοντο οἱ πατέρες αὐτῶν τοῦ ὀνόματός μου ἐν τῇ Βααλ.

28ὁ προφήτης, ἐν ᾧ τὸ ἐνύπνιόν ἐστιν, διηγησάσθω τὸ ἐνύπνιον αὐτοῦ, καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτόν, διηγησάσθω τὸν λόγον μου ἐπ ἀληθείας. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον ; οὕτως οἱ λόγοι μου, λέγει κύριος·

29οὐχὶ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν ;

Lire Jérémie 23 en entier

Commentaires sur Jérémie 23

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org