Jérémie 1
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Jérémie 1:11-16

11Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων Τί σὺ ὁρᾷς, Ιερεμια ; καὶ εἶπα Βακτηρίαν καρυίνην.

12καὶ εἶπεν κύριος πρός με Καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς.

13καὶ ἐγένετο λόγος κυρίου πρός με ἐκ δευτέρου λέγων Τί σὺ ὁρᾷς ; καὶ εἶπα Λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βορρᾶ.

14καὶ εἶπεν κύριος πρός με Ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.

15διότι ἰδοὺ ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας ἀπὸ βορρᾶ τῆς γῆς, λέγει κύριος, καὶ ἥξουσιν καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν Ιερουσαλημ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα.

16καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.

Lire Jérémie 1 en entier

Commentaires sur Jérémie 1

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org