Septante (AT)
Ésaïe 9:13-16
13καὶ ἀφεῖλεν κύριος ἀπὸ Ισραηλ κεφαλὴν καὶ οὐράν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ,
14πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας [αὕτη ἡ ἀρχή] καὶ προφήτην διδάσκοντα ἄνομα [οὗτος ἡ οὐρά].
15καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς.
16διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται ὁ θεὸς καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει, ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσιν τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ ἔτι ἡ χεὶρ ὑψηλή.
Commentaires sur Ésaïe 9
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires