Septante (AT)
Ésaïe 66:7-9
7πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγεν καὶ ἔτεκεν ἄρσεν.
8τίς ἤκουσεν τοιοῦτο, καὶ τίς ἑώρακεν οὕτως ; ἦ ὤδινεν γῆ ἐν μιᾷ ἡμέρᾳ, ἢ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ ; ὅτι ὤδινεν καὶ ἔτεκεν Σιων τὰ παιδία αὐτῆς.
9ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσθης μου, εἶπεν κύριος. οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα ; εἶπεν ὁ θεός.
Commentaires sur Ésaïe 66
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires