Ésaïe 50
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ésaïe 50:1-2

1Οὕτως λέγει κύριος Ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν ; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς ; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν.

2τί ὅτι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος ; ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων ; μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι ; ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι ; ἰδοὺ τῇ ἀπειλῇ μου ἐξερημώσω τὴν θάλασσαν καὶ θήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ καὶ ἀποθανοῦνται ἐν δίψει.

Lire Ésaïe 50 en entier

Commentaires sur Ésaïe 50

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org