Septante (AT)
Ésaïe 36:4-10
4καὶ εἶπεν αὐτοῖς Ραψακης Εἴπατε Εζεκια Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τί πεποιθὼς εἶ ;
5μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται ; καὶ νῦν ἐπὶ τίνι πέποιθας ὅτι ἀπειθεῖς μοι ;
6ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ Αἴγυπτον· ὃς ἂν ἐπ αὐτὴν ἐπιστηρισθῇ, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶν Φαραω βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ αὐτῷ.
7εἰ δὲ λέγετε Ἐπὶ κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν,
8νῦν μείχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ αὐτούς.
9καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός ; οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ Αἰγυπτίοις εἰς ἵππον καὶ ἀναβάτην.
10καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν ;
Commentaires sur Ésaïe 36
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires