Septante (AT)
Ésaïe 30:18-26
18καὶ πάλιν μενεῖ ὁ θεὸς τοῦ οἰκτιρῆσαι ὑμᾶς καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς· διότι κριτὴς κύριος ὁ θεὸς ἡμῶν ἐστιν, καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν ; μακάριοι οἱ ἐμμένοντες ἐν αὐτῷ.
19Διότι λαὸς ἅγιος ἐν Σιων οἰκήσει, καὶ Ιερουσαλημ κλαυθμῷ ἔκλαυσεν Ἐλέησόν με· ἐλεήσει σε τὴν φωνὴν τῆς κραυγῆς σου· ἡνίκα εἶδεν, ἐπήκουσέν σου.
20καὶ δώσει κύριος ὑμῖν ἄρτον θλίψεως καὶ ὕδωρ στενόν, καὶ οὐκέτι μὴ ἐγγίσωσίν σοι οἱ πλανῶντές σε· ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε,
21καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λέγοντες Αὕτη ἡ ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά.
22καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα, λεπτὰ ποιήσεις καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης καὶ ὡς κόπρον ὤσεις αὐτά.
23τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός· καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον,
24οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένα.
25καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσιν πύργοι.
26καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται.
Commentaires sur Ésaïe 30
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires