Septante (AT)
Ésaïe 20:3-5
3καὶ εἶπεν κύριος Ὃν τρόπον πεπόρευται Ησαιας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν·
4ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου.
5καὶ αἰσχυνθήσονται ἡττηθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι, ἦσαν γὰρ αὐτοῖς δόξα.
Commentaires sur Ésaïe 20
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires