Septante (AT)
Ésaïe 16:1-4
1Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν· μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος Σιων ;
2ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος, θύγατερ Μωαβ. ἔπειτα δέ, Αρνων,
3πλείονα βουλεύου, ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν, μὴ ἀπαχθῇς.
4παροικήσουσίν σοι οἱ φυγάδες Μωαβ, ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς.
Commentaires sur Ésaïe 16
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires