Septante (AT)
Osée 12:7-11
7καὶ σὺ ἐν θεῷ σου ἐπιστρέψεις· ἔλεον καὶ κρίμα φυλάσσου καὶ ἔγγιζε πρὸς τὸν θεόν σου διὰ παντός.
8Χανααν ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας, καταδυναστεύειν ἠγάπησε.
9καὶ εἶπεν Εφραιμ Πλὴν πεπλούτηκα, εὕρηκα ἀναψυχὴν ἐμαυτῷ. πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ δι ἀδικίας, ἃς ἥμαρτεν.
10ἐγὼ δὲ κύριος ὁ θεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἔτι κατοικιῶ σε ἐν σκηναῖς καθὼς ἡμέρᾳ ἑορτῆς.
11καὶ λαλήσω πρὸς προφήτας, καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητῶν ὡμοιώθην.
Commentaires sur Osée 12
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires