Genèse 4
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Genèse 4:19-24

19καὶ ἔλαβεν ἑαυτῷ Λαμεχ δύο γυναῖκας, ὄνομα τῇ μιᾷ Αδα, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλα.

20καὶ ἔτεκεν Αδα τὸν Ιωβελ· οὗτος ἦν ὁ πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων.

21καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ιουβαλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν.

22Σελλα δὲ ἔτεκεν καὶ αὐτὴ τὸν Θοβελ, καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου· ἀδελφὴ δὲ Θοβελ Νοεμα.

23εἶπεν δὲ Λαμεχ ταῖς ἑαυτοῦ γυναιξίν Αδα καὶ Σελλα, ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λαμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους, ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί,

24ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Καιν, ἐκ δὲ Λαμεχ ἑβδομηκοντάκις ἑπτά.

Lire Genèse 4 en entier

Commentaires sur Genèse 4

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org