Septante (AT)
Genèse 39:6-18
6καὶ ἐπέτρεψεν πάντα, ὅσα ἦν αὐτῷ, εἰς χεῖρας Ιωσηφ καὶ οὐκ ᾔδει τῶν καθ ἑαυτὸν οὐδὲν πλὴν τοῦ ἄρτου, οὗ ἤσθιεν αὐτός. Καὶ ἦν Ιωσηφ καλὸς τῷ εἴδει καὶ ὡραῖος τῇ ὄψει σφόδρα.
7καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα καὶ ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ Ιωσηφ καὶ εἶπεν Κοιμήθητι μετ ἐμοῦ.
8ὁ δὲ οὐκ ἤθελεν, εἶπεν δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ Εἰ ὁ κύριός μου οὐ γινώσκει δι ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ καὶ πάντα, ὅσα ἐστὶν αὐτῷ, ἔδωκεν εἰς τὰς χεῖράς μου
9καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῃ οὐθὲν ἐμοῦ οὐδὲ ὑπεξῄρηται ἀπ ἐμοῦ οὐδὲν πλὴν σοῦ διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ θεοῦ ;
10ἡνίκα δὲ ἐλάλει τῷ Ιωσηφ ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουσεν αὐτῇ καθεύδειν μετ αὐτῆς τοῦ συγγενέσθαι αὐτῇ.
11ἐγένετο δὲ τοιαύτη τις ἡμέρα, εἰσῆλθεν Ιωσηφ εἰς τὴν οἰκίαν ποιεῖν τὰ ἔργα αὐτοῦ, καὶ οὐθεὶς ἦν τῶν ἐν τῇ οἰκίᾳ ἔσω,
12καὶ ἐπεσπάσατο αὐτὸν τῶν ἱματίων λέγουσα Κοιμήθητι μετ ἐμοῦ. καὶ καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς ἔφυγεν καὶ ἐξῆλθεν ἔξω.
13καὶ ἐγένετο ὡς εἶδεν ὅτι κατέλιπεν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς καὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω,
14καὶ ἐκάλεσεν τοὺς ὄντας ἐν τῇ οἰκίᾳ καὶ εἶπεν αὐτοῖς λέγουσα Ἴδετε, εἰσήγαγεν ἡμῖν παῖδα Εβραῖον ἐμπαίζειν ἡμῖν· εἰσῆλθεν πρός με λέγων Κοιμήθητι μετ ἐμοῦ, καὶ ἐβόησα φωνῇ μεγάλῃ·
15ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρ ἐμοὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω.
16καὶ καταλιμπάνει τὰ ἱμάτια παρ ἑαυτῇ, ἕως ἦλθεν ὁ κύριος εἰς τὸν οἶκον αὐτοῦ.
17καὶ ἐλάλησεν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα λέγουσα Εἰσῆλθεν πρός με ὁ παῖς ὁ Εβραῖος, ὃν εἰσήγαγες πρὸς ἡμᾶς, ἐμπαῖξαί μοι καὶ εἶπέν μοι Κοιμηθήσομαι μετὰ σοῦ·
18ὡς δὲ ἤκουσεν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, κατέλιπεν τὰ ἱμάτια αὐτοῦ παρ ἐμοὶ καὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω.
Commentaires sur Genèse 39
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires