Septante (AT)
Ézéchiel 8:10-12
10καὶ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ μάταια βδελύγματα καὶ πάντα τὰ εἴδωλα οἴκου Ισραηλ διαγεγραμμένα ἐπ αὐτοῦ κύκλῳ,
11καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ισραηλ, καὶ Ιεζονιας ὁ τοῦ Σαφαν ἐν μέσῳ αὐτῶν εἱστήκει πρὸ προσώπου αὐτῶν, καὶ ἕκαστος θυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρί, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινεν.
12καὶ εἶπεν πρός με Υἱὲ ἀνθρώπου, ἑώρακας ἃ οἱ πρεσβύτεροι τοῦ οἴκου Ισραηλ ποιοῦσιν, ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι τῷ κρυπτῷ αὐτῶν ; διότι εἶπαν Οὐχ ὁρᾷ ὁ κύριος, ἐγκαταλέλοιπεν κύριος τὴν γῆν.
Commentaires sur Ézéchiel 8
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires