Septante (AT)
Ézéchiel 6:3-7
3καὶ ἐρεῖς Τὰ ὄρη Ισραηλ, ἀκούσατε λόγον κυρίου Τάδε λέγει κύριος τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ ταῖς νάπαις Ἰδοὺ ἐγὼ ἐπάγω ἐφ ὑμᾶς ῥομφαίαν, καὶ ἐξολεθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν,
4καὶ συντριβήσονται τὰ θυσιαστήρια ὑμῶν καὶ τὰ τεμένη ὑμῶν, καὶ καταβαλῶ τραυματίας ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν
5καὶ διασκορπιῶ τὰ ὀστᾶ ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν.
6ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν αἱ πόλεις ἐξερημωθήσονται καὶ τὰ ὑψηλὰ ἀφανισθήσεται, ὅπως ἐξολεθρευθῇ τὰ θυσιαστήρια ὑμῶν, καὶ συντριβήσονται τὰ εἴδωλα ὑμῶν, καὶ ἐξαρθήσεται τὰ τεμένη ὑμῶν,
7καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ ὑμῶν, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος.
Commentaires sur Ézéchiel 6
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires