Ézéchiel 47
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ézéchiel 47:7-10

7ἐν τῇ ἐπιστροφῇ μου καὶ ἰδοὺ ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ δένδρα πολλὰ σφόδρα ἔνθεν καὶ ἔνθεν.

8καὶ εἶπεν πρός με Τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολὰς καὶ κατέβαινεν ἐπὶ τὴν Ἀραβίαν καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς, καὶ ὑγιάσει τὰ ὕδατα.

9καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζῴων τῶν ἐκζεόντων ἐπὶ πάντα, ἐφ ἃ ἂν ἐπέλθῃ ἐκεῖ ὁ ποταμός, ζήσεται, καὶ ἔσται ἐκεῖ ἰχθὺς πολὺς σφόδρα, ὅτι ἥκει ἐκεῖ τὸ ὕδωρ τοῦτο, καὶ ὑγιάσει καὶ ζήσεται· πᾶν, ἐφ ὃ ἂν ἐπέλθῃ ὁ ποταμὸς ἐκεῖ, ζήσεται.

10καὶ στήσονται ἐκεῖ ἁλεεῖς ἀπὸ Αινγαδιν ἕως Αιναγαλιμ· ψυγμὸς σαγηνῶν ἔσται, καθ αὑτὴν ἔσται, καὶ οἱ ἰχθύες αὐτῆς ὡς οἱ ἰχθύες τῆς θαλάσσης τῆς μεγάλης πλῆθος πολὺ σφόδρα.

Lire Ézéchiel 47 en entier

Commentaires sur Ézéchiel 47

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org