Septante (AT)
Ézéchiel 37:1-8
1Καὶ ἐγένετο ἐπ ἐμὲ χεὶρ κυρίου, καὶ ἐξήγαγέν με ἐν πνεύματι κύριος καὶ ἔθηκέν με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων·
2καὶ περιήγαγέν με ἐπ αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, ξηρὰ σφόδρα.
3καὶ εἶπεν πρός με Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστᾶ ταῦτα ; καὶ εἶπα Κύριε, σὺ ἐπίστῃ ταῦτα.
4καὶ εἶπεν πρός με Προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ ἐρεῖς αὐτοῖς Τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον κυρίου
5Τάδε λέγει κύριος τοῖς ὀστέοις τούτοις Ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς
6καὶ δώσω ἐφ ὑμᾶς νεῦρα καὶ ἀνάξω ἐφ ὑμᾶς σάρκας καὶ ἐκτενῶ ἐφ ὑμᾶς δέρμα καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος.
7καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι. καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ.
8καὶ εἶδον καὶ ἰδοὺ ἐπ αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς.
Commentaires sur Ézéchiel 37
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires