Ézéchiel 3
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ézéchiel 3:22-27

22Καὶ ἐγένετο ἐπ ἐμὲ χεὶρ κυρίου, καὶ εἶπεν πρός με Ἀνάστηθι καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ ἐκεῖ λαληθήσεται πρὸς σέ.

23καὶ ἀνέστην καὶ ἐξῆλθον εἰς τὸ πεδίον, καὶ ἰδοὺ ἐκεῖ δόξα κυρίου εἱστήκει καθὼς ἡ ὅρασις καὶ καθὼς ἡ δόξα, ἣν εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ, καὶ πίπτω ἐπὶ πρόσωπόν μου.

24καὶ ἦλθεν ἐπ ἐμὲ πνεῦμα καὶ ἔστησέν με ἐπὶ πόδας μου, καὶ ἐλάλησεν πρός με καὶ εἶπέν μοι Εἴσελθε καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου.

25καὶ σύ, υἱὲ ἀνθρώπου, ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοί, καὶ δήσουσίν σε ἐν αὐτοῖς, καὶ οὐ μὴ ἐξέλθῃς ἐκ μέσου αὐτῶν.

26καὶ τὴν γλῶσσάν σου συνδήσω, καὶ ἀποκωφωθήσῃ καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, διότι οἶκος παραπικραίνων ἐστίν.

27καὶ ἐν τῷ λαλεῖν με πρὸς σὲ ἀνοίξω τὸ στόμα σου, καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος Ὁ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθῶν ἀπειθείτω, διότι οἶκος παραπικραίνων ἐστίν.

Lire Ézéchiel 3 en entier

Commentaires sur Ézéchiel 3

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org