Septante (AT)
Ézéchiel 26:2-6
2Υἱὲ ἀνθρώπου, ἀνθ ὧν εἶπεν Σορ ἐπὶ Ιερουσαλημ Εὖγε συνετρίβη, ἀπόλωλεν τὰ ἔθνη, ἐπεστράφη πρός με, ἡ πλήρης ἠρήμωται,
3διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σορ, καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλά, ὡς ἀναβαίνει ἡ θάλασσα τοῖς κύμασιν αὐτῆς.
4καὶ καταβαλοῦσιν τὰ τείχη Σορ καὶ καταβαλοῦσι τοὺς πύργους σου, καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπ αὐτῆς καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν·
5ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ θαλάσσης, ὅτι ἐγὼ λελάληκα, λέγει κύριος· καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσιν,
6καὶ αἱ θυγατέρες αὐτῆς αἱ ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται· καὶ γνώσονται ὅτι ἐγὼ κύριος.
Commentaires sur Ézéchiel 26
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires