Septante (AT)
Ézéchiel 22:1-5
1Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2Καὶ σύ, υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων ; καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς
3καὶ ἐρεῖς Τάδε λέγει κύριος κύριος Ὦ πόλις ἐκχέουσα αἵματα ἐν μέσῳ αὐτῆς τοῦ ἐλθεῖν καιρὸν αὐτῆς καὶ ποιοῦσα ἐνθυμήματα καθ αὑτῆς τοῦ μιαίνειν αὐτήν,
4ἐν τοῖς αἵμασιν αὐτῶν, οἷς ἐξέχεας, παραπέπτωκας καὶ ἐν τοῖς ἐνθυμήμασίν σου, οἷς ἐποίεις, ἐμιαίνου καὶ ἤγγισας τὰς ἡμέρας σου καὶ ἤγαγες καιρὸν ἐτῶν σου. διὰ τοῦτο δέδωκά σε εἰς ὄνειδος τοῖς ἔθνεσιν καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις
5ταῖς ἐγγιζούσαις πρὸς σὲ καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ, καὶ ἐμπαίξονται ἐν σοί Ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ ἐν ταῖς ἀνομίαις.
Commentaires sur Ézéchiel 22
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires