Septante (AT)
Ézéchiel 12:18-20
18Υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετ ὀδύνης φάγεσαι καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλίψεως πίεσαι
19καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς Τάδε λέγει κύριος τοῖς κατοικοῦσιν Ιερουσαλημ ἐπὶ τῆς γῆς τοῦ Ισραηλ Τοὺς ἄρτους αὐτῶν μετ ἐνδείας φάγονται καὶ τὸ ὕδωρ αὐτῶν μετὰ ἀφανισμοῦ πίονται, ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι αὐτῆς, ἐν ἀσεβείᾳ γὰρ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ·
20καὶ αἱ πόλεις αὐτῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται, καὶ ἡ γῆ εἰς ἀφανισμὸν ἔσται· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος.
Commentaires sur Ézéchiel 12
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires