Ézéchiel 11
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ézéchiel 11:4-12

4διὰ τοῦτο προφήτευσον ἐπ αὐτούς, προφήτευσον, υἱὲ ἀνθρώπου.

5καὶ ἔπεσεν ἐπ ἐμὲ πνεῦμα κυρίου καὶ εἶπεν πρός με Λέγε Τάδε λέγει κύριος Οὕτως εἴπατε, οἶκος Ισραηλ, καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι.

6ἐπληθύνατε νεκροὺς ὑμῶν ἐν τῇ πόλει ταύτῃ καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτῆς τραυματιῶν.

7διὰ τοῦτο τάδε λέγει κύριος Τοὺς νεκροὺς ὑμῶν οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσιν τὰ κρέα, αὐτὴ δὲ ὁ λέβης ἐστίν, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς.

8ῥομφαίαν φοβεῖσθε, καὶ ῥομφαίαν ἐπάξω ἐφ ὑμᾶς, λέγει κύριος.

9καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς καὶ παραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων καὶ ποιήσω ἐν ὑμῖν κρίματα.

10ἐν ῥομφαίᾳ πεσεῖσθε, ἐπὶ τῶν ὁρίων τοῦ Ισραηλ κρινῶ ὑμᾶς· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος.

11αὐτὴ ὑμῖν οὐκ ἔσται εἰς λέβητα, καὶ ὑμεῖς οὐ μὴ γένησθε ἐν μέσῳ αὐτῆς εἰς κρέα· ἐπὶ τῶν ὁρίων τοῦ Ισραηλ κρινῶ ὑμᾶς,

12καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος. –

Lire Ézéchiel 11 en entier

Commentaires sur Ézéchiel 11

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org