Septante (AT)
Ézéchiel 11:3-7
3οἱ λέγοντες Οὐχὶ προσφάτως ᾠκοδόμηνται αἱ οἰκίαι ; αὕτη ἐστὶν ὁ λέβης, ἡμεῖς δὲ τὰ κρέα.
4διὰ τοῦτο προφήτευσον ἐπ αὐτούς, προφήτευσον, υἱὲ ἀνθρώπου.
5καὶ ἔπεσεν ἐπ ἐμὲ πνεῦμα κυρίου καὶ εἶπεν πρός με Λέγε Τάδε λέγει κύριος Οὕτως εἴπατε, οἶκος Ισραηλ, καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι.
6ἐπληθύνατε νεκροὺς ὑμῶν ἐν τῇ πόλει ταύτῃ καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτῆς τραυματιῶν.
7διὰ τοῦτο τάδε λέγει κύριος Τοὺς νεκροὺς ὑμῶν οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσιν τὰ κρέα, αὐτὴ δὲ ὁ λέβης ἐστίν, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς.
Commentaires sur Ézéchiel 11
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires