Septante (AT)
Exode 2:11-22
11Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις μέγας γενόμενος Μωυσῆς ἐξήλθεν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ισραηλ. κατανοήσας δὲ τὸν πόνον αὐτῶν ὁρᾷ ἄνθρωπον Αἰγύπτιον τύπτοντά τινα Εβραῖον τῶν ἑαυτοῦ ἀδελφῶν τῶν υἱῶν Ισραηλ·
12περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε οὐχ ὁρᾷ οὐδένα καὶ πατάξας τὸν Αἰγύπτιον ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ.
13ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ὁρᾷ δύο ἄνδρας Εβραίους διαπληκτιζομένους καὶ λέγει τῷ ἀδικοῦντι Διὰ τί σὺ τύπτεις τὸν πλησίον ;
14ὁ δὲ εἶπεν Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ ἡμῶν ; μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον ; ἐφοβήθη δὲ Μωυσῆς καὶ εἶπεν Εἰ οὕτως ἐμφανὲς γέγονεν τὸ ῥῆμα τοῦτο ;
15ἤκουσεν δὲ Φαραω τὸ ῥῆμα τοῦτο καὶ ἐζήτει ἀνελεῖν Μωυσῆν· ἀνεχώρησεν δὲ Μωυσῆς ἀπὸ προσώπου Φαραω καὶ ᾤκησεν ἐν γῇ Μαδιαμ· ἐλθὼν δὲ εἰς γῆν Μαδιαμ ἐκάθισεν ἐπὶ τοῦ φρέατος.
16τῷ δὲ ἱερεῖ Μαδιαμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ιοθορ· παραγενόμεναι δὲ ἤντλουν, ἕως ἔπλησαν τὰς δεξαμενὰς ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ιοθορ.
17παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλον αὐτάς· ἀναστὰς δὲ Μωυσῆς ἐρρύσατο αὐτὰς καὶ ἤντλησεν αὐταῖς καὶ ἐπότισεν τὰ πρόβατα αὐτῶν.
18παρεγένοντο δὲ πρὸς Ραγουηλ τὸν πατέρα αὐτῶν· ὁ δὲ εἶπεν αὐταῖς Τί ὅτι ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον ;
19αἱ δὲ εἶπαν Ἄνθρωπος Αἰγύπτιος ἐρρύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων καὶ ἤντλησεν ἡμῖν καὶ ἐπότισεν τὰ πρόβατα ἡμῶν.
20ὁ δὲ εἶπεν ταῖς θυγατράσιν αὐτοῦ Καὶ ποῦ ἐστι ; καὶ ἵνα τί οὕτως καταλελοίπατε τὸν ἄνθρωπον ; καλέσατε οὖν αὐτόν, ὅπως φάγῃ ἄρτον.
21κατῳκίσθη δὲ Μωυσῆς παρὰ τῷ ἀνθρώπῳ, καὶ ἐξέδοτο Σεπφωραν τὴν θυγατέρα αὐτοῦ Μωυσῇ γυναῖκα.
22ἐν γαστρὶ δὲ λαβοῦσα ἡ γυνὴ ἔτεκεν υἱόν, καὶ ἐπωνόμασεν Μωυσῆς τὸ ὄνομα αὐτοῦ Γηρσαμ λέγων ὅτι Πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ.
Commentaires sur Exode 2
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires