Exode 10
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Exode 10:12-20

12εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρα ἐπὶ γῆν Αἰγύπτου, καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν καὶ κατέδεται πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃν ὑπελίπετο ἡ χάλαζα.

13καὶ ἐπῆρεν Μωυσῆς τὴν ῥάβδον εἰς τὸν οὐρανόν, καὶ κύριος ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γῆν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· τὸ πρωὶ ἐγενήθη, καὶ ὁ ἄνεμος ὁ νότος ἀνέλαβεν τὴν ἀκρίδα

14καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σφόδρα· προτέρα αὐτῆς οὐ γέγονεν τοιαύτη ἀκρὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως.

15καὶ ἐκάλυψεν τὴν ὄψιν τῆς γῆς, καὶ ἐφθάρη ἡ γῆ· καὶ κατέφαγεν πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃς ὑπελείφθη ἀπὸ τῆς χαλάζης· οὐχ ὑπελείφθη χλωρὸν οὐδὲν ἐν τοῖς ξύλοις καὶ ἐν πάσῃ βοτάνῃ τοῦ πεδίου ἐν πάσῃ γῇ Αἰγύπτου.

16κατέσπευδεν δὲ Φαραω καλέσαι Μωυσῆν καὶ Ααρων λέγων Ἡμάρτηκα ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς·

17προσδέξασθε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν καὶ προσεύξασθε πρὸς κύριον τὸν θεὸν ὑμῶν, καὶ περιελέτω ἀπ ἐμοῦ τὸν θάνατον τοῦτον.

18ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραω καὶ ηὔξατο πρὸς τὸν θεόν.

19καὶ μετέβαλεν κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν, καὶ ἀνέλαβεν τὴν ἀκρίδα καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν, καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου.

20καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ.

Lire Exode 10 en entier

Commentaires sur Exode 10

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org