Esther 1
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Esther 1:16-22

16καὶ εἶπεν ὁ Μουχαιος πρὸς τὸν βασιλέα καὶ τοὺς ἄρχοντας Οὐ τὸν βασιλέα μόνον ἠδίκησεν Αστιν ἡ βασίλισσα, ἀλλὰ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους τοῦ βασιλέως

17[καὶ γὰρ διηγήσατο αὐτοῖς τὰ ῥήματα τῆς βασιλίσσης καὶ ὡς ἀντεῖπεν τῷ βασιλεῖ]. ὡς οὖν ἀντεῖπεν τῷ βασιλεῖ Ἀρταξέρξῃ,

18οὕτως σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τῶν ἀρχόντων Περσῶν καὶ Μήδων ἀκούσασαι τὰ τῷ βασιλεῖ λεχθέντα ὑπ αὐτῆς τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτῶν.

19εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, προσταξάτω βασιλικόν, καὶ γραφήτω κατὰ τοὺς νόμους Μήδων καὶ Περσῶν· καὶ μὴ ἄλλως χρησάσθω, μηδὲ εἰσελθάτω ἔτι ἡ βασίλισσα πρὸς αὐτόν, καὶ τὴν βασιλείαν αὐτῆς δότω ὁ βασιλεὺς γυναικὶ κρείττονι αὐτῆς.

20καὶ ἀκουσθήτω ὁ νόμος ὁ ὑπὸ τοῦ βασιλέως, ὃν ἐὰν ποιῇ, ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ οὕτως πᾶσαι αἱ γυναῖκες περιθήσουσιν τιμὴν τοῖς ἀνδράσιν ἑαυτῶν ἀπὸ πτωχοῦ ἕως πλουσίου.

21καὶ ἤρεσεν ὁ λόγος τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσι, καὶ ἐποίησεν ὁ βασιλεὺς καθὰ ἐλάλησεν ὁ Μουχαιος·

22καὶ ἀπέστειλεν εἰς πᾶσαν τὴν βασιλείαν κατὰ χώραν κατὰ τὴν λέξιν αὐτῶν ὥστε εἶναι φόβον αὐτοῖς ἐν ταῖς οἰκίαις αὐτῶν.

Lire Esther 1 en entier

Commentaires sur Esther 1

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org