Ecclésiaste 6
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ecclésiaste 6:7-12

7Πᾶς μόχθος τοῦ ἀνθρώπου εἰς στόμα αὐτοῦ, καί γε ἡ ψυχὴ οὐ πληρωθήσεται.

8ὅτι τίς περισσεία τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα ; διότι ὁ πένης οἶδεν πορευθῆναι κατέναντι τῆς ζωῆς.

9ἀγαθὸν ὅραμα ὀφθαλμῶν ὑπὲρ πορευόμενον ψυχῇ. καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.

10Εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ, καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος, καὶ οὐ δυνήσεται τοῦ κριθῆναι μετὰ τοῦ ἰσχυροῦ ὑπὲρ αὐτόν·

11ὅτι εἰσὶν λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. τί περισσὸν τῷ ἀνθρώπῳ ;

12ὅτι τίς οἶδεν τί ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ ἀριθμὸν ἡμερῶν ζωῆς ματαιότητος αὐτοῦ ; καὶ ἐποίησεν αὐτὰς ἐν σκιᾷ· ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον ;

Lire Ecclésiaste 6 en entier

Commentaires sur Ecclésiaste 6

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org