Septante (AT)
Ecclésiaste 2:24-26
24Οὐκ ἔστιν ἀγαθὸν ἐν ἀνθρώπῳ· ὃ φάγεται καὶ ὃ πίεται καὶ ὃ δείξει τῇ ψυχῇ αὐτοῦ, ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. καί γε τοῦτο εἶδον ἐγὼ ὅτι ἀπὸ χειρὸς τοῦ θεοῦ ἐστιν·
25ὅτι τίς φάγεται καὶ τίς φείσεται πάρεξ αὐτοῦ ;
26ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκεν σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην· καὶ τῷ ἁμαρτάνοντι ἔδωκεν περισπασμὸν τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.
Commentaires sur Ecclésiaste 2
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires