Septante (AT)
Deutéronome 33:27-29
27καὶ σκέπασις θεοῦ ἀρχῆς καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων Ἀπόλοιο.
28καὶ κατασκηνώσει Ισραηλ πεποιθὼς μόνος ἐπὶ γῆς Ιακωβ ἐπὶ σίτῳ καὶ οἴνῳ, καὶ ὁ οὐρανὸς αὐτῷ συννεφὴς δρόσῳ.
29μακάριος σύ, Ισραηλ· τίς ὅμοιός σοι λαὸς σῳζόμενος ὑπὸ κυρίου ; ὑπερασπιεῖ ὁ βοηθός σου, καὶ ἡ μάχαιρα καύχημά σου· καὶ ψεύσονταί σε οἱ ἐχθροί σου, καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ.
Commentaires sur Deutéronome 33
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires