Septante (AT)
Deutéronome 28:27-37
27πατάξαι σε κύριος ἐν ἕλκει Αἰγυπτίῳ ἐν ταῖς ἕδραις καὶ ψώρᾳ ἀγρίᾳ καὶ κνήφῃ ὥστε μὴ δύνασθαί σε ἰαθῆναι.
28πατάξαι σε κύριος παραπληξίᾳ καὶ ἀορασίᾳ καὶ ἐκστάσει διανοίας,
29καὶ ἔσῃ ψηλαφῶν μεσημβρίας, ὡσεὶ ψηλαφήσαι ὁ τυφλὸς ἐν τῷ σκότει, καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου· καὶ ἔσῃ τότε ἀδικούμενος καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας, καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν.
30γυναῖκα λήμψῃ, καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν· οἰκίαν οἰκοδομήσεις καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ· ἀμπελῶνα φυτεύσεις καὶ οὐ τρυγήσεις αὐτόν·
31ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ· ὁ ὄνος σου ἡρπασμένος ἀπὸ σοῦ καὶ οὐκ ἀποδοθήσεταί σοι· τὰ πρόβατά σου δεδομένα τοῖς ἐχθροῖς σου, καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν·
32οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου δεδομέναι ἔθνει ἑτέρῳ, καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτά, καὶ οὐκ ἰσχύσει ἡ χείρ σου·
33τὰ ἐκφόρια τῆς γῆς σου καὶ πάντας τοὺς πόνους σου φάγεται ἔθνος, ὃ οὐκ ἐπίστασαι, καὶ ἔσῃ ἀδικούμενος καὶ τεθραυσμένος πάσας τὰς ἡμέρας·
34καὶ ἔσῃ παράπληκτος διὰ τὰ ὁράματα τῶν ὀφθαλμῶν σου, ἃ βλέψῃ.
35πατάξαι σε κύριος ἐν ἕλκει πονηρῷ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας ὥστε μὴ δύνασθαί σε ἰαθῆναι ἀπὸ ἴχνους τῶν ποδῶν σου ἕως τῆς κορυφῆς σου.
36ἀπαγάγοι κύριός σε καὶ τοὺς ἄρχοντάς σου, οὓς ἐὰν καταστήσῃς ἐπὶ σεαυτόν, εἰς ἔθνος, ὃ οὐκ ἐπίστασαι σὺ καὶ οἱ πατέρες σου, καὶ λατρεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις.
37καὶ ἔσῃ ἐκεῖ ἐν αἰνίγματι καὶ παραβολῇ καὶ διηγήματι ἐν πᾶσιν τοῖς ἔθνεσιν, εἰς οὓς ἂν ἀπαγάγῃ σε κύριος ἐκεῖ.
Commentaires sur Deutéronome 28
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires