Septante (AT)
Deutéronome 26:13-14
13καὶ ἐρεῖς ἐναντίον κυρίου τοῦ θεοῦ σου Ἐξεκάθαρα τὰ ἅγια ἐκ τῆς οἰκίας μου καὶ ἔδωκα αὐτὰ τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ κατὰ πάσας τὰς ἐντολάς, ἃς ἐνετείλω μοι· οὐ παρῆλθον τὴν ἐντολήν σου καὶ οὐκ ἐπελαθόμην·
14καὶ οὐκ ἔφαγον ἐν ὀδύνῃ μου ἀπ αὐτῶν, οὐκ ἐκάρπωσα ἀπ αὐτῶν εἰς ἀκάθαρτον, οὐκ ἔδωκα ἀπ αὐτῶν τῷ τεθνηκότι· ὑπήκουσα τῆς φωνῆς κυρίου τοῦ θεοῦ μου, ἐποίησα καθὰ ἐνετείλω μοι.
Commentaires sur Deutéronome 26
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires