Septante (AT)
Deutéronome 20:19-20
19Ἐὰν δὲ περικαθίσῃς περὶ πόλιν ἡμέρας πλείους ἐκπολεμῆσαι αὐτὴν εἰς κατάλημψιν αὐτῆς, οὐχὶ ἐξολεθρεύσεις τὰ δένδρα αὐτῆς ἐπιβαλεῖν ἐπ αὐτὰ σίδηρον, ἀλλ ἢ ἀπ αὐτοῦ φάγῃ, αὐτὸ δὲ οὐκ ἐκκόψεις. μὴ ἄνθρωπος τὸ ξύλον τὸ ἐν τῷ ἀγρῷ εἰσελθεῖν ἀπὸ προσώπου σου εἰς τὸν χάρακα ;
20ἀλλὰ ξύλον, ὃ ἐπίστασαι ὅτι οὐ καρπόβρωτόν ἐστιν, τοῦτο ἐξολεθρεύσεις καὶ ἐκκόψεις καὶ οἰκοδομήσεις χαράκωσιν ἐπὶ τὴν πόλιν, ἥτις ποιεῖ πρὸς σὲ τὸν πόλεμον, ἕως ἂν παραδοθῇ.
Commentaires sur Deutéronome 20
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires