Deutéronome 19
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Deutéronome 19:8-10

8ἐὰν δὲ ἐμπλατύνῃ κύριος ὁ θεός σου τὰ ὅριά σου, ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου, καὶ δῷ σοι κύριος πᾶσαν τὴν γῆν, ἣν εἶπεν δοῦναι τοῖς πατράσιν σου,

9ἐὰν ἀκούσῃς ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν κύριον τὸν θεόν σου, πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ πάσας τὰς ἡμέρας, καὶ προσθήσεις σεαυτῷ ἔτι τρεῖς πόλεις πρὸς τὰς τρεῖς ταύτας,

10καὶ οὐκ ἐκχυθήσεται αἷμα ἀναίτιον ἐν τῇ γῇ σου, ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ, καὶ οὐκ ἔσται ἐν σοὶ αἵματι ἔνοχος.

Lire Deutéronome 19 en entier

Commentaires sur Deutéronome 19

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org