Septante (AT)
Deutéronome 19:1-3
1Ἐὰν δὲ ἀφανίσῃ κύριος ὁ θεός σου τὰ ἔθνη, ἃ ὁ θεός σου δίδωσίν σοι τὴν γῆν αὐτῶν, καὶ κατακληρονομήσητε αὐτοὺς καὶ κατοικήσητε ἐν ταῖς πόλεσιν αὐτῶν καὶ ἐν τοῖς οἴκοις αὐτῶν,
2τρεῖς πόλεις διαστελεῖς σεαυτῷ ἐν μέσῳ τῆς γῆς σου, ἧς κύριος ὁ θεός σου δίδωσίν σοι.
3στόχασαί σοι τὴν ὁδὸν καὶ τριμεριεῖς τὰ ὅρια τῆς γῆς σου, ἣν καταμερίζει σοι κύριος ὁ θεός σου, καὶ ἔσται καταφυγὴ ἐκεῖ παντὶ φονευτῇ.
Commentaires sur Deutéronome 19
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires