Septante (AT)
Deutéronome 15:5-7
5ἐὰν δὲ ἀκοῇ εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον.
6ὅτι κύριος ὁ θεός σου εὐλόγησέν σε, ὃν τρόπον ἐλάλησέν σοι, καὶ δανιεῖς ἔθνεσιν πολλοῖς, σὺ δὲ οὐ δανιῇ, καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσιν.
7Ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεων σου ἐν τῇ γῇ, ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι, οὐκ ἀποστέρξεις τὴν καρδίαν σου οὐδ οὐ μὴ συσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου·
Commentaires sur Deutéronome 15
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires