Septante (AT)
Deutéronome 15:19-22
19Πᾶν πρωτότοκον, ὃ ἐὰν τεχθῇ ἐν τοῖς βουσίν σου καὶ ἐν τοῖς προβάτοις σου, τὰ ἀρσενικά, ἁγιάσεις κυρίῳ τῷ θεῷ σου· οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ σου καὶ οὐ μὴ κείρῃς τὸ πρωτότοκον τῶν προβάτων σου·
20ἔναντι κυρίου φάγῃ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου, σὺ καὶ ὁ οἶκός σου.
21ἐὰν δὲ ᾖ ἐν αὐτῷ μῶμος, χωλὸν ἢ τυφλὸν ἢ καὶ πᾶς μῶμος πονηρός, οὐ θύσεις αὐτὸ κυρίῳ τῷ θεῷ σου·
22ἐν ταῖς πόλεσίν σου φάγῃ αὐτό, ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται ὡς δορκάδα ἢ ἔλαφον·
Commentaires sur Deutéronome 15
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires