Deutéronome 13
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Deutéronome 13:1-4

1Πᾶν ῥῆμα, ὃ ἐγὼ ἐντέλλομαί σοι σήμερον, τοῦτο φυλάξῃ ποιεῖν· οὐ προσθήσεις ἐπ αὐτὸ οὐδὲ ἀφελεῖς ἀπ αὐτοῦ.

2Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος ἐνύπνιον καὶ δῷ σοι σημεῖον ἢ τέρας

3καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας, ὃ ἐλάλησεν πρὸς σὲ λέγων Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὓς οὐκ οἴδατε,

4οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο, ὅτι πειράζει κύριος ὁ θεὸς ὑμᾶς εἰδέναι εἰ ἀγαπᾶτε κύριον τὸν θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.

Lire Deutéronome 13 en entier

Commentaires sur Deutéronome 13

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org