Daniel 6
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Daniel 6:2-7

2καὶ ἤρεσεν ἐνώπιον Δαρείου καὶ κατέστησεν ἐπὶ τῆς βασιλείας σατράπας ἑκατὸν εἴκοσι τοῦ εἶναι αὐτοὺς ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ

3καὶ ἐπάνω αὐτῶν τακτικοὺς τρεῖς, ὧν ἦν Δανιηλ εἷς ἐξ αὐτῶν, τοῦ ἀποδιδόναι αὐτοῖς τοὺς σατράπας λόγον, ὅπως ὁ βασιλεὺς μὴ ἐνοχλῆται·

4καὶ ἦν Δανιηλ ὑπὲρ αὐτούς, ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ, καὶ ὁ βασιλεὺς κατέστησεν αὐτὸν ἐφ ὅλης τῆς βασιλείας αὐτοῦ.

5καὶ οἱ τακτικοὶ καὶ οἱ σατράπαι ἐζήτουν πρόφασιν εὑρεῖν κατὰ Δανιηλ· καὶ πᾶσαν πρόφασιν καὶ παράπτωμα καὶ ἀμβλάκημα οὐχ εὗρον κατ αὐτοῦ, ὅτι πιστὸς ἦν.

6καὶ εἶπον οἱ τακτικοί Οὐχ εὑρήσομεν κατὰ Δανιηλ πρόφασιν εἰ μὴ ἐν νομίμοις θεοῦ αὐτοῦ.

7τότε οἱ τακτικοὶ καὶ οἱ σατράπαι παρέστησαν τῷ βασιλεῖ καὶ εἶπαν αὐτῷ Δαρεῖε βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι·

Lire Daniel 6 en entier

Commentaires sur Daniel 6

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org