Septante (AT)
Daniel 3:13-15
13τότε Ναβουχοδονοσορ ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδραχ, Μισαχ καὶ Αβδεναγω, καὶ ἤχθησαν ἐνώπιον τοῦ βασιλέως.
14καὶ ἀπεκρίθη Ναβουχοδονοσορ καὶ εἶπεν αὐτοῖς Εἰ ἀληθῶς, Σεδραχ, Μισαχ, Αβδεναγω, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησα, οὐ προσκυνεῖτε ;
15νῦν οὖν εἰ ἔχετε ἑτοίμως ἵνα, ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσητε τῇ εἰκόνι, ᾗ ἐποίησα· ἐὰν δὲ μὴ προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· καὶ τίς ἐστιν θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου ;
Commentaires sur Daniel 3
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires