Septante (AT)
Daniel 2:46-49
46τότε ὁ βασιλεὺς Ναβουχοδονοσορ ἔπεσεν ἐπὶ πρόσωπον καὶ τῷ Δανιηλ προσεκύνησεν καὶ μαναα καὶ εὐωδίας εἶπεν σπεῖσαι αὐτῷ.
47καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἶπεν τῷ Δανιηλ Ἐπ ἀληθείας ὁ θεὸς ὑμῶν αὐτός ἐστιν θεὸς θεῶν καὶ κύριος τῶν βασιλέων καὶ ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο.
48καὶ ἐμεγάλυνεν ὁ βασιλεὺς τὸν Δανιηλ καὶ δόματα μεγάλα καὶ πολλὰ ἔδωκεν αὐτῷ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλῶνος καὶ ἄρχοντα σατραπῶν ἐπὶ πάντας τοὺς σοφοὺς Βαβυλῶνος.
49καὶ Δανιηλ ᾐτήσατο παρὰ τοῦ βασιλέως, καὶ κατέστησεν ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος τὸν Σεδραχ, Μισαχ, Αβδεναγω· καὶ Δανιηλ ἦν ἐν τῇ αὐλῇ τοῦ βασιλέως.
Commentaires sur Daniel 2
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires