Septante (AT)
Amos 7:12-17
12καὶ εἶπεν Αμασιας πρὸς Αμως Ὁ ὁρῶν, βάδιζε ἐκχώρησον εἰς γῆν Ιουδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις·
13εἰς δὲ Βαιθηλ οὐκέτι μὴ προσθῇς τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶν καὶ οἶκος βασιλείας ἐστίν.
14καὶ ἀπεκρίθη Αμως καὶ εἶπεν πρὸς Αμασιαν Οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου, ἀλλ ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα·
15καὶ ἀνέλαβέν με κύριος ἐκ τῶν προβάτων, καὶ εἶπεν κύριος πρός με Βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ισραηλ.
16καὶ νῦν ἄκουε λόγον κυρίου Σὺ λέγεις Μὴ προφήτευε ἐπὶ τὸν Ισραηλ καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ιακωβ·
17διὰ τοῦτο τάδε λέγει κύριος Ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.
Commentaires sur Amos 7
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires