2 Samuel 7
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Samuel 7:2-17

2καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ναθαν τὸν προφήτην Ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς.

3καὶ εἶπεν Ναθαν πρὸς τὸν βασιλέα Πάντα, ὅσα ἂν ἐν τῇ καρδίᾳ σου, βάδιζε καὶ ποίει, ὅτι κύριος μετὰ σοῦ.

4καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Ναθαν λέγων

5Πορεύου καὶ εἰπὸν πρὸς τὸν δοῦλόν μου Δαυιδ Τάδε λέγει κύριος Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με·

6ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ ἀφ ἧς ἡμέρας ἀνήγαγον ἐξ Αἰγύπτου τοὺς υἱοὺς Ισραηλ ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐμπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ.

7ἐν πᾶσιν, οἷς διῆλθον ἐν παντὶ Ισραηλ, εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ισραηλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ισραηλ, λέγων Τί ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον ;

8καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυιδ Τάδε λέγει κύριος παντοκράτωρ Ἔλαβόν σε ἐκ τῆς μάνδρας τῶν προβάτων τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν Ισραηλ

9καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐπορεύου, καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.

10καὶ θήσομαι τόπον τῷ λαῷ μου τῷ Ισραηλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ ἑαυτὸν καὶ οὐ μεριμνήσει οὐκέτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ ἀρχῆς

11ἀπὸ τῶν ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ, καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου, καὶ ἀπαγγελεῖ σοι κύριος ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ.

12καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ·

13αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα.

14ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ ἐὰν ἔλθῃ ἡ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων·

15τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ αὐτοῦ, καθὼς ἀπέστησα ἀφ ὧν ἀπέστησα ἐκ προσώπου μου.

16καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιον ἐμοῦ, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα.

17κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναθαν πρὸς Δαυιδ.

Lire 2 Samuel 7 en entier

Commentaires sur 2 Samuel 7

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org