Septante (AT)
2 Samuel 7:18-20
18καὶ εἰσῆλθεν ὁ βασιλεὺς Δαυιδ καὶ ἐκάθισεν ἐνώπιον κυρίου καὶ εἶπεν Τίς εἰμι ἐγώ, κύριέ μου κύριε, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπηκάς με ἕως τούτων ;
19καὶ κατεσμικρύνθη μικρὸν ἐνώπιόν σου, κύριέ μου κύριε, καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν· οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, κύριέ μου κύριε.
20καὶ τί προσθήσει Δαυιδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ ; καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, κύριέ μου κύριε.
Commentaires sur 2 Samuel 7
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires