2 Samuel 5
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Samuel 5:6-16

6Καὶ ἀπῆλθεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ιερουσαλημ πρὸς τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν. καὶ ἐρρέθη τῷ Δαυιδ Οὐκ εἰσελεύσει ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοί, λέγοντες ὅτι Οὐκ εἰσελεύσεται Δαυιδ ὧδε.

7καὶ κατελάβετο Δαυιδ τὴν περιοχὴν Σιων [αὕτη ἡ πόλις τοῦ Δαυιδ].

8καὶ εἶπεν Δαυιδ τῇ ἡμέρᾳ ἐκείνῃ Πᾶς τύπτων Ιεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυιδ· διὰ τοῦτο ἐροῦσιν Τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου.

9καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυιδ· καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ.

10καὶ ἐπορεύετο Δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ κύριος παντοκράτωρ μετ αὐτοῦ.

11καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καὶ τέκτονας λίθων, καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυιδ.

12καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμασεν αὐτὸν κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ ὅτι ἐπήρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ισραηλ.

13καὶ ἔλαβεν Δαυιδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ Ιερουσαλημ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ Χεβρων, καὶ ἐγένοντο τῷ Δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες.

14καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν Ιερουσαλημ· Σαμμους καὶ Σωβαβ καὶ Ναθαν καὶ Σαλωμων

15καὶ Εβεαρ καὶ Ελισους καὶ Ναφεκ καὶ Ιεφιες

16καὶ Ελισαμα καὶ Ελιδαε καὶ Ελιφαλαθ, (a) Σαμαε, Ιεσσιβαθ, Ναθαν, Γαλαμααν, Ιεβααρ, Θεησους, Ελφαλατ, Ναγεδ, Ναφεκ, Ιαναθα, Λεασαμυς, Βααλιμαθ, Ελιφαλαθ.

Lire 2 Samuel 5 en entier

Commentaires sur 2 Samuel 5

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org