2 Samuel 22
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Samuel 22:8-16

8καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γῆ, καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν καὶ ἐσπαράχθησαν, ὅτι ἐθυμώθη κύριος αὐτοῖς.

9ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται, ἄνθρακες ἐξεκαύθησαν ἀπ αὐτοῦ.

10καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ.

11καὶ ἐπεκάθισεν ἐπὶ χερουβιν καὶ ἐπετάσθη καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου.

12καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ κύκλῳ αὐτοῦ, ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων· ἐπάχυνεν ἐν νεφέλαις ἀέρος.

13ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός.

14ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος, καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ

15καὶ ἀπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτούς, ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς.

16καὶ ὤφθησαν ἀφέσεις θαλάσσης, καὶ ἀπεκαλύφθη θεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει κυρίου, ἀπὸ πνοῆς πνεύματος θυμοῦ αὐτοῦ.

Lire 2 Samuel 22 en entier

Commentaires sur 2 Samuel 22

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org