Septante (AT)
2 Samuel 22:32-37
32τίς ἰσχυρὸς πλὴν κυρίου ; καὶ τίς κτίστης ἔσται πλὴν τοῦ θεοῦ ἡμῶν ;
33ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου·
34τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με·
35διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου.
36καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ ὑπακοή σου ἐπλήθυνέν με
37εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου.
Commentaires sur 2 Samuel 22
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires