Septante (AT)
2 Samuel 22:21-31
21καὶ ἀνταπέδωκέν μοι κύριος κατὰ τὴν δικαιοσύνην μου, κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέν μοι,
22ὅτι ἐφύλαξα ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου,
23ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου, καὶ τὰ δικαιώματα αὐτοῦ, οὐκ ἀπέστην ἀπ αὐτῶν.
24καὶ ἔσομαι ἄμωμος αὐτῷ καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.
25καὶ ἀποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.
26μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ
27καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ στρεβλωθήσῃ.
28καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις.
29ὅτι σὺ ὁ λύχνος μου, κύριε, καὶ κύριος ἐκλάμψει μοι τὸ σκότος μου.
30ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος.
31ὁ ἰσχυρός, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὸ ῥῆμα κυρίου κραταιόν, πεπυρωμένον, ὑπερασπιστής ἐστιν πᾶσιν τοῖς πεποιθόσιν ἐπ αὐτῷ.
Commentaires sur 2 Samuel 22
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires