Septante (AT)
2 Samuel 20:16-18
16καὶ ἐβόησεν γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν Ἀκούσατε ἀκούσατε, εἴπατε δὴ πρὸς Ιωαβ Ἔγγισον ἕως ὧδε, καὶ λαλήσω πρὸς αὐτόν.
17καὶ προσήγγισεν πρὸς αὐτήν, καὶ εἶπεν ἡ γυνή Εἰ σὺ εἶ Ιωαβ ; ὁ δὲ εἶπεν Ἐγώ. εἶπεν δὲ αὐτῷ Ἄκουσον τοὺς λόγους τῆς δούλης σου. καὶ εἶπεν Ιωαβ Ἀκούω ἐγώ εἰμι.
18καὶ εἶπεν λέγουσα Λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες Ἠρωτημένος ἠρωτήθη ἐν τῇ Αβελ καὶ ἐν Δαν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ Ισραηλ, ἐρωτῶντες ἐπερωτήσουσιν ἐν Αβελ καὶ οὕτως εἰ ἐξέλιπον.
Commentaires sur 2 Samuel 20
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires