2 Samuel 11
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Samuel 11:22-24

22καὶ ἐπορεύθη ὁ ἄγγελος Ιωαβ πρὸς τὸν βασιλέα εἰς Ιερουσαλημ καὶ παρεγένετο καὶ ἀπήγγειλεν τῷ Δαυιδ πάντα, ὅσα ἀπήγγειλεν αὐτῷ Ιωαβ, πάντα τὰ ῥήματα τοῦ πολέμου. καὶ ἐθυμώθη Δαυιδ πρὸς Ιωαβ καὶ εἶπεν πρὸς τὸν ἄγγελον Ἵνα τί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι ; οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους ; τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασι ; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος ;

23καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυιδ Ὅτι ἐκραταίωσαν ἐφ ἡμᾶς οἱ ἄνδρες καὶ ἐξῆλθαν ἐφ ἡμᾶς εἰς τὸν ἀγρόν, καὶ ἐγενήθημεν ἐπ αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης,

24καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους, καὶ ἀπέθαναν τῶν παίδων τοῦ βασιλέως, καί γε ὁ δοῦλός σου Ουριας ὁ Χετταῖος ἀπέθανεν.

Lire 2 Samuel 11 en entier

Commentaires sur 2 Samuel 11

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org