2 Samuel 10
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Samuel 10:6-14

6καὶ εἶδαν οἱ υἱοὶ Αμμων ὅτι κατῃσχύνθησαν ὁ λαὸς Δαυιδ, καὶ ἀπέστειλαν οἱ υἱοὶ Αμμων καὶ ἐμισθώσαντο τὴν Συρίαν Βαιθροωβ, εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Μααχα, χιλίους ἄνδρας, καὶ Ιστωβ, δώδεκα χιλιάδας ἀνδρῶν.

7καὶ ἤκουσεν Δαυιδ καὶ ἀπέστειλεν τὸν Ιωαβ καὶ πᾶσαν τὴν δύναμιν, τοὺς δυνατούς.

8καὶ ἐξῆλθαν οἱ υἱοὶ Αμμων καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης, καὶ Συρία Σουβα καὶ Ροωβ καὶ Ιστωβ καὶ Μααχα μόνοι ἐν ἀγρῷ.

9καὶ εἶδεν Ιωαβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου, ἐκ τοῦ κατὰ πρόσωπον ἐξ ἐναντίας καὶ ἐκ τοῦ ὄπισθεν, καὶ ἐπέλεξεν ἐκ πάντων τῶν νεανίσκων Ισραηλ, καὶ παρετάξαντο ἐξ ἐναντίας Συρίας.

10καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Αβεσσα τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν Αμμων.

11καὶ εἶπεν Ἐὰν κραταιωθῇ Συρία ὑπὲρ ἐμέ, καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν, καὶ ἐὰν υἱοὶ Αμμων κραταιωθῶσιν ὑπὲρ σέ, καὶ ἐσόμεθα τοῦ σῶσαί σε·

12ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν, καὶ κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.

13καὶ προσῆλθεν Ιωαβ καὶ ὁ λαὸς αὐτοῦ μετ αὐτοῦ εἰς πόλεμον πρὸς Συρίαν, καὶ ἔφυγαν ἀπὸ προσώπου αὐτοῦ.

14καὶ οἱ υἱοὶ Αμμων εἶδαν ὅτι ἔφυγεν Συρία, καὶ ἔφυγαν ἀπὸ προσώπου Αβεσσα καὶ εἰσῆλθαν εἰς τὴν πόλιν. καὶ ἀνέστρεψεν Ιωαβ ἀπὸ τῶν υἱῶν Αμμων καὶ παρεγένοντο εἰς Ιερουσαλημ.

Lire 2 Samuel 10 en entier

Commentaires sur 2 Samuel 10

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org