Septante (AT)
2 Rois 20:1-11
1Ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Εζεκιας εἰς θάνατον. καὶ εἰσῆλθεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως ὁ προφήτης καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει κύριος Ἔντειλαι τῷ οἴκῳ σου, ὅτι ἀποθνῄσκεις σὺ καὶ οὐ ζήσῃ.
2καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ ηὔξατο πρὸς κύριον λέγων
3Ὦ δή, κύριε, μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν καρδίᾳ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα. καὶ ἔκλαυσεν Εζεκιας κλαυθμῷ μεγάλῳ.
4καὶ ἦν Ησαιας ἐν τῇ αὐλῇ τῇ μέσῃ, καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων
5Ἐπίστρεψον καὶ ἐρεῖς πρὸς Εζεκιαν τὸν ἡγούμενον τοῦ λαοῦ μου Τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ τοῦ πατρός σου Ἤκουσα τῆς προσευχῆς σου, εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε, τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον κυρίου,
6καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πέντε καὶ δέκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι ἐμὲ καὶ διὰ Δαυιδ τὸν δοῦλόν μου.
7καὶ εἶπεν Λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος, καὶ ὑγιάσει.
8καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν Τί τὸ σημεῖον ὅτι ἰάσεταί με κύριος καὶ ἀναβήσομαι εἰς οἶκον κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ ;
9καὶ εἶπεν Ησαιας Τοῦτο τὸ σημεῖον παρὰ κυρίου ὅτι ποιήσει κύριος τὸν λόγον, ὃν ἐλάλησεν· πορεύσεται ἡ σκιὰ δέκα βαθμούς, ἐὰν ἐπιστρέφῃ δέκα βαθμούς.
10καὶ εἶπεν Εζεκιας Κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς· οὐχί, ἀλλ ἐπιστραφήτω ἡ σκιὰ δέκα βαθμοὺς εἰς τὰ ὀπίσω.
11καὶ ἐβόησεν Ησαιας ὁ προφήτης πρὸς κύριον, καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς.
Commentaires sur 2 Rois 20
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires